Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.59 Joseph. AJ 11.64 (English) >>Joseph. AJ 11.69

11.62θύειν τε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν ἅπασαν καὶ τὴν ἱερὰν στολήν, θεραπεύουσι τὸν θεὸν τε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευίταις τὰ ὄργανα, 11.63οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως, ταῦτα καὶ Δαρεῖος διετάξατο. 11.64

Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπʼ αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν· οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ, φησί, δέσποτα, 11.65τυχὼν εὐμενοῦς.” ταῦτʼ οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως. 11.66οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφʼ ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.59 Joseph. AJ 11.64 (English) >>Joseph. AJ 11.69

Powered by PhiloLogic